ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΚΑΝΩΝ
χωρὶς
Ἱερέα
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ
Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ψαλμὸς
142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι
τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ
σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ
τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν
μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ
με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά
μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων







