Απευθείας μετάδοση από τον Ιερό Ναό Αγίου Νικολάου Καισαριανής.
(Ακολουθεί το Link της μεταδώσεως και το κείμενο των Α΄ Χαιρετισμών)
| |||||
Α´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
|
|
Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
|
|
Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.Ἦχος πλ. δ´. Αὐτόμελον.Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. |
|
Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν Α´ Στάσιν τῶν «Χαιρετισμῶν».ΣΤΑΣΙΣ ΠΡΩΤΗἌγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις. Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον. Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν. Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα. Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα. Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας. Χαῖρε, Νύμφη ἀνύμφευτε. Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα. Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον· Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα. Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις. Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα. Εἶτα οἱ Χοροὶ ἐναλλάξ, τό· Τῇ Ὑπερμάχῳ... (σύντομον). Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ ἀναγινώσκει τὸ Κοντάκιον τῆς ἡμέρας, ἤτοι τὸ τοῦ ἁγίου Θεοδώρου. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. Κύριε, ἐλέησον (μ´) καὶ τὴν Εὐχὴν ταύτην·Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν.Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ´). Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα,
ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν
ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων
μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς
σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ
με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν
ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης,
δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι
ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων
προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον,
τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα
σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα,
ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ
με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν
τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους
ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς
ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις
τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ
τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι,
Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως·
χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ,
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τό· Κύριε, ἐλέησον, συνεχῶς).Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν. Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν Ὀρθοδόξων. Μακαρίσωμεν τοὺς εὐσεβεῖς ἄρχοντας, τοὺς ὀρθοδόξους Ἀρχιερεῖς. Τοὺς κτίτορας τῆς ἁγίας Ἐκκλησίας ταύτης, τοὺς γονεῖς ἡμῶν καὶ διδασκάλους καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν τοὺς ἐνθάδε εὐσεβῶς κειμένους, καὶ τοὺς ἁπανταχοῦ Ὀρθοδόξους. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τό· Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Ὁ Χορός, ψάλλει· Ἦχος γ´.Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου